Moving on to Book I section 9. This is a long section so do two things. First, mark everything you recognize. If you recognize the grammar but not the word (see safestata), mark it anyway.
Second, go to Wiktionary and learn ἄγω.
Ἀγαμέμνων τέ μοι δοκεῖ τῶν τότε δυνάμει προύχων καὶ οὐ τοσοῦτον τοῖς Τυνδάρεω ὅρκοις κατειλημμένους τοὺς Ἑλένης μνηστῆρας ἄγων τὸν στόλον ἀγεῖραι.
[2] λέγουσι δὲ καὶ οἱ τὰ
σαφέστατα Πελοποννησίων μνήμῃ παρὰ τῶν πρότερον δεδεγμένοι Πέλοπά τε πρῶτον
πλήθει χρημάτων, ἃ ἦλθεν ἐκ τῆς Ἀσίας ἔχων ἐς ἀνθρώπους ἀπόρους, δύναμιν
περιποιησάμενον τὴν ἐπωνυμίαν τῆς χώρας ἔπηλυν ὄντα ὅμως σχεῖν, καὶ ὕστερον τοῖς
ἐκγόνοις ἔτι μείζω ξυνενεχθῆναι, Εὐρυσθέως μὲν ἐν τῇ Ἀττικῇ ὑπὸ Ἡρακλειδῶν ἀποθανόντος,
Ἀτρέως δὲ μητρὸς ἀδελφοῦ ὄντος αὐτῷ, καὶ ἐπιτρέψαντος Εὐρυσθέως, ὅτ᾽ ἐστράτευε,
Μυκήνας τε καὶ τὴν ἀρχὴν κατὰ τὸ οἰκεῖον Ἀτρεῖ (τυγχάνειν δὲ αὐτὸν φεύγοντα τὸν
πατέρα διὰ τὸν Χρυσίππου θάνατον), καὶ ὡς οὐκέτι ἀνεχώρησεν Εὐρυσθεύς,
βουλομένων καὶ τῶν Μυκηναίων φόβῳ τῶν Ἡρακλειδῶν καὶ ἅμα δυνατὸν δοκοῦντα εἶναι
καὶ τὸ πλῆθος τεθεραπευκότα τῶν Μυκηναίων τε καὶ ὅσων Εὐρυσθεὺς ἦρχε τὴν
βασιλείαν Ἀτρέα παραλαβεῖν, καὶ τῶν Περσειδῶν τοὺς Πελοπίδας μείζους καταστῆναι.
[3] ἅ μοι δοκεῖ Ἀγαμέμνων
παραλαβὼν καὶ ναυτικῷ [τε] ἅμα ἐπὶ πλέον τῶν ἄλλων ἰσχύσας, τὴν στρατείαν οὐ
χάριτι τὸ πλέον ἢ φόβῳ ξυναγαγὼν ποιήσασθαι.
[4] φαίνεται γὰρ ναυσί τε
πλείσταις αὐτὸς ἀφικόμενος καὶ Ἀρκάσι προσπαρασχών, ὡς Ὅμηρος τοῦτο δεδήλωκεν,
εἴ τῳ ἱκανὸς τεκμηριῶσαι. καὶ ἐν τοῦ σκήπτρου ἅμα τῇ παραδόσει εἴρηκεν αὐτὸν“ πολλῇσι
νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν:
”Hom. Il. 2.108οὐκ ἂν οὖν νήσων ἔξω
τῶν περιοικίδων (αὗται δὲ οὐκ ἂν πολλαὶ εἶεν) ἠπειρώτης ὢν ἐκράτει, εἰ μή τι καὶ
ναυτικὸν εἶχεν. εἰκάζειν δὲ χρὴ καὶ ταύτῃ τῇ στρατείᾳ οἷα ἦν τὰ πρὸ αὐτῆς.
In subsection 4, notice hos Homiros touto dediloken. The last is perfective why? Because what Homer wrote remains as written.
Actually, that’s not precisely true. There was a canonical Homer, but Stephanie West wrote a thesis showing that variations on the Iliad might have been part of competitions designed to show off a poet’s abilities. Mr. T makes a comment later about writing for a competition. We also know that there were competitions over which tragedy to present during the Great Dionysia festival. Each poet had to present a tetralogy, three tragedies and a satire; the Archon picked the three winners.
That’s a lot of material to write. We know that the surviving body of Aeschylus is only about 10% of his output, and that other known poets also produced works that didn’t survive. Imagine how much more we would know about the Greek language if more poetry and prose had survived!
No comments:
Post a Comment