Now I can do a second piece on negation based on Section 3. Go through this section and mark all the negatives. Don’t forget oukh, ouden, oude, oudamou, and mide.
δηλοῖ δέ μοι καὶ τόδε τῶν παλαιῶν ἀσθένειαν οὐχ ἥκιστα: πρὸ γὰρ τῶν Τρωικῶν οὐδὲν φαίνεται πρότερον κοινῇ ἐργασαμένη ἡ Ἑλλάς:
[2] δοκεῖ δέ
μοι, οὐδὲ τοὔνομα τοῦτο ξύμπασά πω εἶχεν, ἀλλὰ τὰ μὲν πρὸ Ἕλληνος τοῦ
Δευκαλίωνος καὶ πάνυ οὐδὲ εἶναι ἡ ἐπίκλησις αὕτη, κατὰ ἔθνη δὲ ἄλλα τε καὶ τὸ
Πελασγικὸν ἐπὶ πλεῖστον ἀφ᾽ ἑαυτῶν τὴν ἐπωνυμίαν παρέχεσθαι, Ἕλληνος δὲ καὶ τῶν
παίδων αὐτοῦ ἐν τῇ Φθιώτιδι ἰσχυσάντων, καὶ ἐπαγομένων αὐτοὺς ἐπ᾽ ὠφελίᾳ ἐς τὰς
ἄλλας πόλεις, καθ᾽ ἑκάστους μὲν ἤδη τῇ ὁμιλίᾳ μᾶλλον καλεῖσθαι Ἕλληνας, οὐ
μέντοι πολλοῦ γε χρόνου [ἐδύνατο] καὶ ἅπασιν ἐκνικῆσαι.
[3] τεκμηριοῖ
δὲ μάλιστα Ὅμηρος: πολλῷ γὰρ ὕστερον ἔτι καὶ τῶν Τρωικῶν γενόμενος οὐδαμοῦ τοὺς
ξύμπαντας ὠνόμασεν, οὐδ᾽ ἄλλους ἢ τοὺς μετ᾽ Ἀχιλλέως ἐκ τῆς Φθιώτιδος, οἵπερ καὶ
πρῶτοι Ἕλληνες ἦσαν, Δαναοὺς δὲ ἐν τοῖς ἔπεσι καὶ Ἀργείους καὶ Ἀχαιοὺς ἀνακαλεῖ.
οὐ μὴν οὐδὲ βαρβάρους εἴρηκε διὰ τὸ μηδὲ Ἕλληνάς πω, ὡς ἐμοὶ δοκεῖ, ἀντίπαλον
ἐς ἓν ὄνομα ἀποκεκρίσθαι.
[4] οἱ δ᾽ οὖν ὡς
ἕκαστοι Ἕλληνες κατὰ πόλεις τε ὅσοι ἀλλήλων ξυνίεσαν καὶ ξύμπαντες ὕστερον
κληθέντες οὐδὲν πρὸ τῶν Τρωικῶν δι᾽ ἀσθένειαν καὶ ἀμειξίαν ἀλλήλων ἁθρόοι ἔπραξαν.
ἀλλὰ καὶ ταύτην τὴν στρατείαν θαλάσσῃ ἤδη πλείω χρώμενοι ξυνεξῆλθον.
In 3.3 we have dia to mide Hellinas po. This has to be understood as “because of the not being anybody you might call a Hellene up to this time.” The phrase works because of subsection 2, where Mr. T has explained that it took a long time from Hellenos and his sons coming to the peninsula, before everybody there considered themselves Hellenes.
All the other
negations in this section use ou and have to be considered as
categorical denials.
No comments:
Post a Comment