To All the Good Stuff !

Tuesday, June 7, 2022

21st Century Classical Greek -- oblique use

 Book I section 33.  The Kerkyraeans continue to put their case.

‘γενήσεται δὲ ὑμῖν πειθομένοις καλὴ ἡ ξυντυχία κατὰ πολλὰ τῆς ἡμετέρας χρείας, πρῶτον μὲν ὅτι ἀδικουμένοις καὶ οὐχ ἑτέρους βλάπτουσι τὴν ἐπικουρίαν ποιήσεσθε, ἔπειτα περὶ τῶν μεγίστων κινδυνεύοντας δεξάμενοι ὡς ἂν μάλιστα μετ᾽ αἰειμνήστου μαρτυρίου τὴν χάριν καταθήσεσθε: ναυτικόν τε κεκτήμεθα πλὴν τοῦ παρ᾽ ὑμῖν πλεῖστον.

[2] καὶ σκέψασθε: τίς εὐπραξία σπανιωτέρα ἢ τίς τοῖς πολεμίοις λυπηροτέρα, εἰ ἣν ὑμεῖς ἂν πρὸ πολλῶν χρημάτων καὶ χάριτος ἐτιμήσασθε δύναμιν ὑμῖν προσγενέσθαι, αὕτη πάρεστιν αὐτεπάγγελτος ἄνευ κινδύνων καὶ δαπάνης διδοῦσα ἑαυτήν, καὶ προσέτι φέρουσα ἐς μὲν τοὺς πολλοὺς ἀρετήν, οἷς δὲ ἐπαμυνεῖτε χάριν, ὑμῖν δ᾽ αὐτοῖς ἰσχύν: ἃ ἐν τῷ παντὶ χρόνῳ ὀλίγοις δὴ ἅμα πάντα ξυνέβη, καὶ ὀλίγοι ξυμμαχίας δεόμενοι οἷς ἐπικαλοῦνται ἀσφάλειαν καὶ κόσμον οὐχ ἧσσον διδόντες ἢ ληψόμενοι παραγίγνονται.

[3] τὸν δὲ πόλεμον, δι᾽ ὅνπερ χρήσιμοι ἂν εἶμεν, εἴ τις ὑμῶν μὴ οἴεται ἔσεσθαι, γνώμης ἁμαρτάνει καὶ οὐκ αἰσθάνεται τοὺς Λακεδαιμονίους φόβῳ τῷ ὑμετέρῳ πολεμησείοντας καὶ τοὺς Κορινθίους δυναμένους παρ᾽ αὐτοῖς καὶ ὑμῖν ἐχθροὺς ὄντας καὶ προκαταλαμβάνοντας ἡμᾶς νῦν ἐς τὴν ὑμετέραν ἐπιχείρησιν, ἵνα μὴ τῷ κοινῷ ἔχθει κατ᾽ αὐτοὺς μετ᾽ ἀλλήλων στῶμεν μηδὲ δυοῖν φθάσαι ἁμάρτωσιν, ἢ κακῶσαι ἡμᾶς ἢ σφᾶς αὐτοὺς βεβαιώσασθαι.

[4] ἡμέτερον δέ γ᾽ αὖ ἔργον προτερῆσαι, τῶν μὲν διδόντων, ὑμῶν δὲ δεξαμένων τὴν ξυμμαχίαν, καὶ προεπιβουλεύειν αὐτοῖς μᾶλλον ἢ ἀντεπιβουλεύειν.

The opening phrase basically means, let yourselves be persuaded that this is a finer opportunity than many of the rest… Jowett misses the nuance of persuasion entirely.

The bolded phrase in subsection 2 is not really a conditional. It’s the ei tis idiom I talked about before. Click on hin after the ei and you will see that it’s not from eimi, it’s a pronoun.

Notice the purpose clause in subsection 3. The verbs are, first, a progressive eventive indicative ekhthei, which ought to be something there is evidence against, if this is the main verb of the clause. It is not. The mi negation applies to stomen; The phrase using ekhthei actually is adverbial for the manner in which or the reason for which stomen happens.

Stomen is an imperfective conceptual oblique in executive voice; the Kerkyraeans use oblique to promote this projected action. Amartosi is the same thing. This is the second thing that the Kerkyraeans want to promote: allied, the two polises can hit Korinth before Korinth can act. Jowett misses this concept of striking first, which Thucydides repeats at the start of subsection 4.

The obliques in this section talk about very real possibilities if either Kerkyraea or Athins tries to stand alone against such powerful polises. Sparta can get at them by land, Korinth by sea. It’s a double whammy.

No comments:

Post a Comment