To All the Good Stuff !

Tuesday, March 1, 2022

21st Century Classical Greek -- know

Book I section 20 is a little long. Let’s see if there’s anything new and fun in it. Once you’ve marked everything you understand, of course.

 τὰ μὲν οὖν παλαιὰ τοιαῦτα ηὗρον, χαλεπὰ ὄντα παντὶ ἑξῆς τεκμηρίῳ πιστεῦσαι. οἱ γὰρ ἄνθρωποι τὰς ἀκοὰς τῶν προγεγενημένων, καὶ ἢν ἐπιχώρια σφίσιν ᾖ, ὁμοίως ἀβασανίστως παρ᾽ ἀλλήλων δέχονται.

[2] Ἀθηναίων γοῦν τὸ πλῆθος Ἵππαρχον οἴονται ὑφ᾽ Ἁρμοδίου καὶ Ἀριστογείτονος τύραννον ὄντα ἀποθανεῖν, καὶ οὐκ ἴσασιν ὅτι Ἱππίας μὲν πρεσβύτατος ὢν ἦρχε τῶν Πεισιστράτου υἱέων, Ἵππαρχος δὲ καὶ Θεσσαλὸς ἀδελφοὶ ἦσαν αὐτοῦ, ὑποτοπήσαντες δέ τι ἐκείνῃ τῇ ἡμέρᾳ καὶ παραχρῆμα Ἁρμόδιος καὶ Ἀριστογείτων ἐκ τῶν ξυνειδότων σφίσιν Ἱππίᾳ μεμηνῦσθαι τοῦ μὲν ἀπέσχοντο ὡς προειδότος, βουλόμενοι δὲ πρὶν ξυλληφθῆναι δράσαντές τι καὶ κινδυνεῦσαι, τῷ Ἱππάρχῳ περιτυχόντες περὶ τὸ Λεωκόρειον καλούμενον τὴν Παναθηναϊκὴν πομπὴν διακοσμοῦντι ἀπέκτειναν.

[3] πολλὰ δὲ καὶ ἄλλα ἔτι καὶ νῦν ὄντα καὶ οὐ χρόνῳ ἀμνηστούμενα καὶ οἱ ἄλλοι Ἕλληνες οὐκ ὀρθῶς οἴονται, ὥσπερ τούς τε Λακεδαιμονίων βασιλέας μὴ μιᾷ ψήφῳ προστίθεσθαι ἑκάτερον, ἀλλὰ δυοῖν, καὶ τὸν Πιτανάτην λόχον αὐτοῖς εἶναι, ὃς οὐδ᾽ ἐγένετο πώποτε. οὕτως ἀταλαίπωρος τοῖς πολλοῖς ἡ ζήτησις τῆς ἀληθείας, καὶ ἐπὶ τὰ ἑτοῖμα μᾶλλον τρέπονται.

Subsection 2 has a very confusing statement about the Harmonios and Aristogeiton situation. It doesn’t get any clearer when you check out the references in the related Wikipedia articles, but that’s what Thucydides is talking about. Probably everything that got on the record was transmitted orally, and that’s not the most reliable source of information, as Mr. T is saying in this section.

Look up οἶδα in Wiktionary and learn it. What you “know” about this verb is going to depend on whether you downloaded LSJ from online, because the LSJ on Perseus is totally blank. Middle Liddell has vastly more information. Some supervisor didn’t realize that the person keying in the LSJ data hadn’t done their job. Notice that proeidotos later in this section is based on oida.

Also notice oiontai in subsection 3, from oiomai. The point of using a -mai verb, instead of using prooida again, is the evaluation ouk orthos.

No comments:

Post a Comment